Sie sind auf Seite 1von 10

TAM V,1 464 Número 1 Pilar

Lyd., N.E. — Gölde, Area N. of: Ayazviran


1 [— — —]ω Ἑρμογένης Ἀπολωνί-
ου Βαλέρισς γενόμενος εἱκανοδ-
ότης Καΐκου καὶ Τρ<ύ>φωνος περὶ προ-
βάτων ὧν ἐκρίθη ὀμόσε τὸν Ἑρ-
5 μογένην μὴ προδεδωκένε τὰ
πρόβατα τὰ Καείκου· ἀγνοήσας οὖ-
ν ὁ Ἑρμογένης ὤμοσεν τὸν θεὸ-
ν· ὁ θεὸς ἀνέδιξεν τὰς εἰδίας δυν-
άμις καὶ ἐκόλασεν τὸν Ἑρμογένην
10 καὶ ζημίας αὐτῷ ἐπόησεν ἀποκτί-
νας αὐτῷ τὰ κτ<ή>νη βοῦν κὲ ὄνον· ἀπιθ-
οῦντος δὲ τοῦ Ἑρμογένου ἀπέκτινεν α-
ὐτοῦ τὴν θυγατέραν· τότε ἔλυσεν τὸ-
ν ὅρκον. Ἀφιας καὶ τὰ τέκνα αὐτῆς Ἀλέ-
15 ξανδρος, Ἄτταλος, Ἀπολλώνιος, Ἄμιο-
ν <ἐ>στήσομεν τὴν στήλην καὶ ἐνεγράψομ-
εν τὰς δυνάμις τοῦ θεοῦ καὶ ἀπὸ νῦν εὐλ-
ογοῦμεν.

RegionsAsia MinorLydia
SEG 54:1225 SEG 54:1224 SEG 54:1227(1)
Confession inscription dedicated to Zeus of the Twin Oaks. Marble stele with flat-
topped pediment; a relief representing a right leg in a recessed field above the
inscription.
[ ] Lydia — Saittai (Sidaskale) — Kalburcu — 203 AD — EA 37 (2004) 183-184 —
AnnÉp (2004) 1393
below relief.1 Διεὶ ἐγ Διδύμων Δρυῶν·
Μηνοφίλα Ἀσκληπιάδου
κολασθεῖσα ὑπὸ τοῦ θε-
οῦ εὔξατο πίνακα· ἐχρο-
5 νούλκησε καὶ οὐκ ἀπέ-
δωκε· συνευξαμένης
τῆς ἀδελφῆς Ἰουλίας ἐ-
πεζήτησε ὁ θεὸς στήλ-
λην ἣν ἀπέδωκε εὐχαρισ-
10 τοῦσα τῷ θεῷ ∙ ἔτους ∙σ∙π∙ζʹ∙, μη(νὸς)
Δαισίου ∙λʹ∙.
RegionsAsia MinorLydia Número 2 Fran
TAM V,1 318

Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 156/7 AD

τους σμαʹ, μη(νὸς) Πανήμου


βʹ.
Μεγάλη Ἄρτεμις Ἀναεῖ-
τις καὶ Μεὶς Τιαμου. ἐπὶ
Ἰουκοῦνδος ἐγένετο ἐν
5 διαθέσι μανικῇ καὶ ὑπὸ πάν-
των διεφημίσθη ὡς ὑπὸ
Τατιας τῆς πενθερᾶς αὐ-
τοῦ φάρμακον αὐτῷ δεδόσ-
θαι, ἡ δὲ Τατιας ἐπέστησεν
10 σκῆπτρον καὶ ἀρὰς ἔθηκεν
ἐν τῷ ναῷ ὡς ἱκανοποιοῦ-
σα περὶ τοῦ πεφημίσθαι αὐ-
τὴν ἐν συνειδήσι τοιαύτῃ,
οἱ θεοὶ αὐτὴν ἐποίησαν ἐν
15 κολάσει ἣν οὐ διέφυγεν· ὁ-
μοίως καὶ Σωκράτης ὁ υἱὸς
αὐτῆς παράγων τὴν ἴσοδον
τὴν ἰς τὸ ἄλσος ἀπάγουσαν
δρέπανον κρατῶν ἀμπελοτό-
........μον, ἐκ τῆς χειρὸς ἔπεσεν
αὐτῷ ἐπὶ τὸν πόδαν καὶ οὕ-
τως μονημέρῳ κολάσει ἀ-
πηλλάγη. μεγάλοι οὖν οἱ θε-
οὶ οἱ ἐν Ἀζίττοις ἐπεζήτησαν
25 λυθῆναι τὸ σκῆπτρον καὶ τὰς
ἀρὰς τὰς γενομένας ἐν τῷ
ναῷ, ἃ ἔλυσαν τὰ Ἰουκούνδου
καὶ Μοσχίου, ἔγγονοι δὲ τῆς
Τατιας, Σωκράτεια καὶ Μοσχᾶς
30 καὶ Ἰουκοῦνδος καὶ Μενεκρά-
της κατὰ πάντα ἐξειλασάμενοι
τοὺς θεοὺς καὶ ἀπὸ νοῖν
εὐλογοῦ-
μεν στηλλογραφήσαντες τὰς δυ-
νάμις τῶν θεῶν.
RegionsAsia MinorLydia Número 3 Alessio
SEG 38:1236 SEG 38:1235 SEG 38:1237
[ ] Lyd. — Bergama Mus., fr. NE Lydia — ca. 200 AD — EA 12 (1988) 150, 4

1 ἐπὶ {²⁶ἐπεὶ}²⁶ προήνγελαν οἱ θε-


οὶ οἱ Περκηνῶν Ζεὺς Ὀρεί-
της εἰς τὸ ἄλσος μὴ βόσχ-
[ι]ν κτήνη ἠπειθοῦσ[ι]ν, ἐκό-
5 [λα]σαν Εὐμένην βʹ τὸν υἱὸν
κὲ κατέθηκεν ἰσοθάνατον·
ἡ δὲ ἐμὴ Τύχη ἐλπίδαν
ἔδωκε· Μεγάλαι Νεμέσις
ἐν Πέρκῳ.

RegionsAsia MinorLydia
SEG 38:1235 SEG 38:1234 SEG 38:1236

[ ] Lyd. — Bergama Mus., fr. NE Lydia — ca. 200 AD — EA 12 (1988) 150, 3


1 Μηνὶ Ἀξιοττηνῷ Ἀφφιὰς
Γλύκωνος εὔξατο, εἰ
τεκνώσει· γεναμένη[ς]
τῆς εὐχῆς παρήλκυσε̣,
5 καὶ ἐκόλασε αὐτὴν καὶ
ἐκέλευσε ἐνγράψαι
τὰς δυνάμις τοῦ θεοῦ.

RegionsAsia MinorLydia
SEG 38:1234 SEG 38:1233 SEG 38:1235

[ ] Lyd. — Bergama Mus., fr. NE Lydia — 177/178 AD — EA 12 (1988) 149, 2


1 Μηνὶ Ἀξιοττηνῷ· Ἀρ-
τέμων καὶ Ἀτείμη̣-
τος, ἐπεὶ ὁ πατὴρ αὐ-
τοῖς δ̣ορὰς ἦρεν βίᾳ
5 ἐκ τοῦ ναοῦ, κολασ-
θέντες ὑπὸ τοῦ θε-
οῦ ἀπὸ νῦν εὐλογοῦ-
σιν· ἔτους σξβʹ, μη(νὸς) Αὐ-
δναίου βιʹ.
RegionsAsia Minor Número 4 Pablo
MAMA IV 283 MAMA IV 282[2] MAMA IV 284

[ ] Phryg. — Dionysopolis: Bahadinlar — 3rd c. AD


1 [Α]ὐρήλιος
Σωτήρχος
Δημοστράτου Μοτελ-
ηνὸς κολάθιν {²⁶ἐκολάσθην}²⁶ ἑπὸ το͂ θε-
5 οῦ· παραγέλων πᾶσι μηδ-
ὲ {²⁶μηδείς}²⁶ ἄναγον {²⁶ἄναγνον}²⁶ ἀναβῆτε πὶ {²⁶ἐπὶ}²⁶ τὸ χ-
ωρίον ἐπροκήσι ἢ κηνσ-
ετε τὸν ὄρχις· ἐγὼ Γέ-
α ἐκηνησάμην ἐπὶ τὸ χ-
10 ωρίον.

RegionsAsia Minor
MAMA IV 284 MAMA IV 283 MAMA IV 285

[ ] Phryg. — Dionysopolis: Bahadinlar


1 Ἀπε[λλᾶς ․․․․․․ Ἀπολλ]ωνίου
Μοτελληνὸς ἐξομολογοῦ-
με κολασθεὶς ὑπὸ τοῦ θεοῦ
ἐπεὶ ἠθέλησα μεῖνε μετὰ
5 γυνεκός· διὰ τ̣οῦ[τ]ο οὖν πα-
ρανγέλω πᾶσιν μ<η>δέ-
να̣ κα[τα]φ[ρον]εῖ τῶ θεῶ ἐπὶ
ἕξει τὴ̣[ν σ]τ̣ήλ̣ ην ἐξον-
πλάριον μετὰ τῆς
10 εἰ̣δ̣[ίας γ]υνεκὸς
Β̣α̣[σι]λίδος.
RegionsAsia Minor Número 5 Paula
MAMA IV 285 MAMA IV 284 MAMA IV 286

[ ] Phryg. — Dionysopolis: Bahadinlar


1 [Εὐτυχεὶς] Ἡ̣λίου Ἀπόλλ-
[ων]ο̣υ̣ δὶ τὸ ἡμαρτηκ-
ε̣ίνει· ἐπεὶ τὼ χωρὶ πισε-
τύχει καὶ διῆθα τὴν
5 κώμη βʹ ἄναγνα· λημόν-
ησα {²⁶ἐλησμόνησα}²⁶· παρήμη {²⁶παρήμην}²⁶ εἰς τὴν κώμη·
παραγέλω μηδεὶς καταφ-
ρ̣εινήσει τῶ θεῶν ἐπεὶ ἕξ-
ει τὴν σείλην ἐξοπράρειο̣[ν].
10 ἐπόϊσ’ ἐτόνμετον {²⁶αὐτόματον}²⁶ ἡ προγεμένε {²⁶προκειμένη}²⁶
[Εὐτ]υ̣χεὶς καὶ ἐξομολογησά-
[το] καὶ ε̣ἱλάθη.

RegionsAsia MinorLydia
SEG 38:1229 SEG 37:1005 SEG 38:1230
[ ] Lyd., N.E. — Saittai (Sidaskale), area of? [Ant. Mkt.] — 200/201 AD — Chiron 18
(1988) 199, 1
1 ἔτους σπεʹ, μη(νὸς) Πανήμου ιʹ ἀ(πιόντος) {²⁷ἀ(πιούσῃ)?}²⁷
Θεῷ Ταρσίῳ ἀλύτῳ· ἐπεὶ
ἐκώλυσεν ὁ Σεβῆρος τὸ
στεφάνωμα κοπῆναι, ἐ-
5 πεζήτησεν ὁ θεὸς τὸ ἁ-
μάρτημα· ἀνέστησαν αἱ
αὐτοῦ τεθραμμέναι Ἀσια-
τεικὴ καὶ Ἰουλιανὴ εὐχα-
ριστοῦσαι.

RegionsAsia Minor Número 6 Alberto


MAMA IV 282[2] MAMA IV 282 MAMA IV 283
[ ] Phryg. — Apollo Lairbenos (Ortaköy): Bahadınlar — 2nd-3rd c. AD — JHS
8.1887.385,15 [SEG 6.252] — MAMA 4.282
1 μέγας Ἀπόλλω {²⁶Ἀπόλλων}²⁶ Λειμηνός.
Σόφρον {²⁶Σώφρων}²⁶ ἱερὸς κολεθὶς {²⁶κολασθεὶς}²⁶
ἑπὸ {²⁷ὑπὸ?}²⁷ Ἀπόλλωνος Λει-
μηνοῦ δεὶ {²⁶διὰ}²⁶ τὸ ἐμαρ-
5 τηνκένε {²⁶ἡμαρτηκέναι}²⁶· ἱποίστριφο(?) {²⁶ὑπέστρεφον}²⁶ ἰς Ν-
εΐδας Τ̣ῆν {²⁷Γ̣ῆν?}²⁷ Κλησείπου {²⁶Κλησίππου}²⁶·
κὲ ἱπόσζη(?) {²⁶ὑπέστην}²⁶ Νεΐδας, Ἀπο-
λώνου μάκεδος καὶ
Ἀμαζόνας κα[ὶ] Νεικομ̣-
10 αχείδαις· ἐξομολο[γ]-
ησάμενος εἰστηλογρά-
φησα· παρα<γ>έλω, μηδὶ-
ς καταφορνήσει ἐπεὶ {²⁶ἐπὶ}²⁶ τ-
ὼ χω̣[ρ]εὶ Ἀπ̣[όλλω]ν̣ος
15 Λειμ[ηνοῦ].

RegionsAsia Minor
MAMA IV 282 MAMA IV 281 MAMA IV 282[2]
[ ] Phryg. — Apollo Lairbenos (Ortaköy): Bahadınlar — 2nd-3rd c. AD
1 μέγας Ἀπόλλω Λειμηνός·
Σόφρον ἱερὸς κολεθὶς
ἑπὸ Ἀπόλλωνος Λει-
μηνοῦ δεὶ τὸ ἑμαρ-
5 τηνκένε ΙΠΟΙϹΤΡΙΦΟΙϹΝ
ΕΙΔ ΑϹ ΤΗΝΚΛΗϹΕΙΠΟΥ̣
ΚΕΙΠΟϹΖΗΝΕΙΔΑϹ Ἀπό-
λωνου μάκεδος καὶ
Ἀμαζόνας κα[ὶ] Νεικομ̣-
10 αχείδαις· ἐξομολο[γ]-
ησάμενος εἰστηλογ̣ρ̣ά̣-
φησα· παρα<γ>έλω μηδὶ-
ς καταφορνήσει ἐπεὶ {²⁶ἐπὶ}²⁶ τ-
ὼ χω̣[ρ]εὶ Ἀπ̣[όλ]λων̣ος
15 Λειμη[νοῦ].

RegionsAsia Minor Número 7 Marina


MAMA IV 280 MAMA IV 279 MAMA IV 281
[ ] Phryg. — Dionysopolis: Ortaköy — 2nd-3rd c. AD
1 Ἑλιόνυ̣μος κολαθεὶς ὑπὸ τοῦ
[θ]εοῦ Ἡλίω Ἀπόλωνι
Λαβήνω στή-
λην ἀνέθηκα,
5 καθὼς ἐκολά-
σετό με καὶ δι-
ὰ ὅρκον καὶ συνί-
δησιν καὶ διὰ
μόλυμον·
10 παραγέλω πᾶσις
μηδίνα καταφρο-
νεῖ τῶν θε-
ῶν.

RegionsAsia Minor
MAMA IV 281 MAMA IV 280 MAMA IV 282

[ ] Phryg. — Dionysopolis: Bahadinlar — 1st-2nd c. AD


1 Γ. Ἀντώνιος Ἀπελ[λ]-
[ᾶ]ς̣ Βλαυνδεὺς κο-
λασθεὶς ὑπὸ τοῦ θεοῦ πολλάκις καὶ
πολλοῖς χρόνοις διὰ τὸ μ<ὴ> βούλεσθε
5 αὐτὸν ποσελθεῖν καὶ παρεστάναι
τῶ μυστηρίω καλούμενον ἐν
———

RegionsAsia Minor Número 8 Antonio


SEG 35:1164 SEG 35:1162 SEG 35:1165
[ ] Lyd. — Kula: Kalburcu — 159/160 AD — EA 6 (1985) 60, 4
See also:
 SEG 47:1648,n.71

1 ἔτους σμδʹ, μη(νὸς) Ἀπελλαί-


ου· Ἀπολλώνιος Ἀπολλω-
νίου μεγαλορημονήσα-
ς Μῆνα Ἀξιεττηνὸν καὶ
5 ἐκολάσθη· ἐκέλευσεν
αὐτοῦ τοῖς ἰδίοις ἀνασ̣τ[̣ ῆ]-
σαι τὸν θεὸν Μῆνα Τιάμο[υ]
καὶ τὴν Ἀνάειτιν· Παρελκύ̣-
σαντος δὲ αὐτοῦ χρόνο[ν]
10 καὶ μὴ ἀποδιδόντος αὐτο[ῦ]
τὰ μέρη ἐκολάσετο τὴν Ἀπ-
φίαν, ἵνα στηλογραφήσει κ̣[α]-
ὶ τὰ μέρη παρδωσει· καὶ νῦν ἀ-
ποδίδει τὸ μέρος τῶν ἀνπέ-
15 λ̣ων ἐπὶ ταῖς Παγάσι, ἃς ἐμέρι-
σε τόπος Κλαύδιον Μίλωνα, γει-
τονία Ἀμύντα καὶ Ὀνησᾶ· ἐπὶ
ἱερέως Ἀλεξάνδρου Μούρ-
κου.

RegionsAsia Minor
SEG 35:1165 SEG 35:1164 SEG 35:1166
[ ] Lyd. — Kula: Güveercinlik Köyü — 270/271 AD — EA 6 (1985) 59, 3
1 τίς με τὸν ἐξ ἀγέλης πέ-
δων ἐξήγαγε κοῦρον; /
νήπιον ἑξξαετῆ Ἀνπέ-
λιον κακὸς ἥρπασε δέ-
5 μων· / ἐρχόμενον φωτὸς
ἐτέλεσέ με Μῦρα {²⁶Μοῖρα}²⁶· τίμησάν /
με γονῖς Ἀλέξανδρος κὲ
Παπιανή, ἔτους τνεʹ, μ(ηνὸς) Γορ-
πι[αί]ο̣υ̣ γ̣ʹ.

RegionsAsia Minor Número 9 Natalia


SEG 39:1277 SEG 39:1276 SEG 39:1278
[ ] Lyd. — Katakekaumene — 132/133 AD — EA 13 (1989) 43, 3
1 ἔτους σιζʹ, μηνὸς
Ὑπερβερτα[ί]-
ου·
Στρατονείκη Μουσαί-
5 ου δανισαμένη παρὰ
Εὐτυχίδος πυρῶν
μόδινον τῶν ἱερῶν
τοῦ Ἀξιοτηνοῦ καὶ πα-
ρελκύσασα μέχρι σήμ-
10 ερον, κολασθεῖσα ὑπὸ
τοῦ θεοῦ κατὰ τοῦ δε-
ξιοῦ μαστοῦ τὰ συν-
αχθέντα σὺν τόκοις
ἀπέδωκεν εὐλογοῦ-
15 σα τῷ Ἀξιοττηνῷ.

RegionsAsia Minor
SEG 33:1013 SEG 33:1012 SEG 33:1014

[ ] Lyd. — Saittai (Sidaskale) — Encekler — 262/263 AD — BCH 107 (1983) 516-518


1 Μέγας Ζεὺς ἐ<γ> Δεδύμων {²⁶Διδύμων}²⁶
Δρυῶν· Ἀθήναιος κολασ-
θεὶς ὑπὸ τοῦ θεοῦ ὑπὲρ
ἁμαρτείας κατὰ ἄγνοι-
5 αν ὑπὸ ὀνείρου πολλὰς
κολάσεις λαβών ἀπητή-
θην στήλλην καὶ ἀνέγρα-
ψα τὰς δυνάμις τοῦ θεοῦ.
Εὐχαριστῶν ἔσστηλο-
10 γράφησα ἔτους τμηʹ,
μη(νὸς) Αὐδναίου ηιʹ.

RegionsAsia Minor Número 10


TAM V,1 322 TAM V,1 321 TAM V,1 323
[ ] Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu — 236/7 AD
1 Θεᾷ Ἀναεῖτι καὶ Μηνὶ Τιαμου
Τύχη καὶ Σωκράτης καὶ Ἀμ-
μιανὸς καὶ Τρόφιμος οἱ Ἀμ-
μίου καὶ Φιλήτη καὶ Σωκρατία
5 αἱ Ἀμμιάδος ποήσαντες τὸ ἱε-
ροπόημα εἱλασάμενυ Μητέ-
ραν Ἀναεῖτιν ὑπὲρ τέκνων καὶ
θρεμμάτων ἔνγραφον ἔστησαν.
ἔτους τκαʹ, μη(νὸς) Ξανδικοῦ.

RegionsAsia Minor
TAM V,1 327 TAM V,1 326 TAM V,1 328
[ ] Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu —
199/200 AD
1 Μεγάλη Ἀναεῖτ-
ις, ἐπεὶ ἡμάρτη-
σεν Φοῖβος, ἐπε-
ζήτησεν ἱερο-
5 [π]όημα· ἀποδεί-
[δι] νῦν εἱλασάμε-
νος καὶ εὐχαρισ-
τῶν. ἔτους σπδʹ,
μη(νὸς) Ἀρτεμεισίου βʹ.

RegionsAsia Minor
TAM V,1 328 TAM V,1 327 TAM V,1 329
[ ] Lyd., N.E. — Kula: Anaeitis & Men Tiamu —
199/200 AD
1 Μεγάλη Ἀναεῖτ-
ις, ἐπεὶ ἡμάρτ-
ησεν Στρατονίκη
καὶ Φῦβος {²⁶Φοῖβος}²⁶, ἐπεζή-
5 τησεν ἱεροπόημα·
ἀποδίδει Φῦβος {²⁶Φοῖβος}²⁶,
ὑὸς αὐτῆς, νῦν εἱ-
λασάμενος καὶ εὐ-
χαριστῶν. ἔτους
10 σπδʹ, μη(νὸς) Ἀρτεμεισί-
ου βʹ.

Das könnte Ihnen auch gefallen