Sie sind auf Seite 1von 5

La lirica dei banchetti: il vino

νῦν χρὴ μεθύσθην καί τινα πρὸς βίαν


πώνην, ἐπειδὴ κάτθανε Μύρσιλος.
[Alceo]

οὐ χρὴ κάκοισι θῦμον ἐπιτρέπην.


προκόψομεν γὰρ οὐδὲν ἀσάμενοι,
ὦ Βύκχι· φάρμακον δ' ἄριστον
οἶνον ἐνεικαμένοις μεθύσθην.
[Alceo]

ὔει μὲν ὀ Ζεῦς, ἐκ δ' ὀράνω μέγας


χείμων, πεπάγαισιν δ' ὐδάτων ῤόαι
...
...
κάββαλλε τὸν χείμων', ἐπὶ μὲν τίθεις
πῦρ ἐν δὲ κέρναις οἶνον ἀφειδέως
μέλιχρον, αὐτὰρ ἀμφὶ κόρσᾳ
μόλθακον ἀμφι - - γνόφαλλον
[Alceo]

πώνωμεν· τί τὰ λύχν' ὀμμένομεν; δάκτυλος ἀμέρα·


κὰδ δ' ἄερρε κυλίχναις μεγάλαις ἄιτα ποικἰλαις·
οἶνον γὰρ Σεμέλας καὶ Δίος υἶος λαθικάδεα
ἀνθρώποισιν ἔδωκ'. ἔγχεε κέρναις ἔνα καὶ δύο
πλήαις κὰκ κεφάλας, ἀ δ' ἀτέρα τὰν ἀτέραν κύλιξ
ὠθήτω
[Alceo]

τέγγε πλεύμονας οἴνῳ, τὸ γὰρ ἄστρον περιτέλλεται,


ἀ δ' ὤρα χαλέπα, πάντα δὲ δίψαισ' ὐπὰ καύματος,
ἄχει δ' ἐκ πετάλων ἄδεα τέττιξ ...
ἄνθει δὲ σκόλυμος, νῦν δὲ γύναικες μιαρώταται
λέπτοι δ' ἄνδρες, ἐπεὶ - κεφάλαν καὶ γόνα Σείριος
ἄσδει
[Alceo]

La lirica dell'amore

φαίνεταί μοι κῆνος ἴσος θέοισιν


ἔμμεν' ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
σας ὐπακούει
καὶ γελαίσας ἰμέροεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν,
ὠς γὰρ ἔς σ' ἴδω βρόχε' ὤς με φώναι-
σ' οὐδ' ἒν ἔτ' εἴκει,
ἄλλα κὰτ μὲν γλῶσσα ἔαγε λέπτον
δ' αὔτικα χρῷ πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ' οὐδ' ἒν ὄρημμ', ἐπιρρόμ-
βεισι δ' ἄκουαι,
†έκαδε† μ' ἴδρως κακχέεται τρόμος δὲ
παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύης
φαίνομ' ἔμ' αὔται·
[Saffo]

δύστηνος ἔγκειμαι πόθῳ,


ἄψυχος, χαλεπῇσι θεῶν ὀδύνῃσιν ἕκητι
πεπαρμένος δι' ὀστέων.
[Archiloco]

ἀλλά μ' ὁ λυσιμελὴς ὦταῖρε δάμναται πόθος.


[Archiloco]

ἐρέω τε δηὖτε κοὐκ ἐρέω


καὶ μαίνομαι κοὐ μαίνομαι.
[Archiloco]

γλύκηα μᾶτερ, οὔτοι δύναμαι κρέκην τὸν ἴστον


πόθῳ δάμεισα παῖδος βραδίναν δι' Ἀφροδίταν
[Saffo]

Saffo: ode ad Afrodite


ποικιλόθρον' ἀθανάτ Ἀφρόδιτα,
παῖ Δίος δολόπλοκε, λίσσομαί σε,
μή μ' ἄσαισι μηδ' ὀνίαισι δάμνα,
πότνια, θῦμον,
ἀλλὰ τυίδ' ἔλθ', αἴ ποτα κἀτέρωτα
τὰς ἔμας αὔδας ἀίοισα πήλοι
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον ἦλθες
ἄρμ' ὐπασδεύξαισα· κάλοι δέ σ' ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες πτέρ' ἀπ' ὠράνω αἴθε-
ρος διὰ μέσσω·
αἶψα δ' ἐξίκοντο· σὺ δ', ὦ μάκαιρα,
μειδιαίσαισ' ἀθανάτῳ προσώπῳ
ἤρε' ὄττι δηὖτε πέπονθα κὤττι
δηὖτε κάλημμι
κὤττι μοι μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
ἄψ σ'ἄγην ἐς σὰν φιλότατα; τίς σ', ὦ
Ψά]πφ', ἀδικήει;
καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
κωὐκ ἐθέλοισα.
ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα
σύμμαχος ἔσσο.

Notturni e paesaggi

δέδυκε μὲν ἀ σελάννα


καὶ πληιάδες· μέσαι δὲ
νύκτες, παρὰ δ' ἔρχετ' ὤρα·
ἐγὼ δὲ μόνα κατεύδω.
[adespoto]

εὕδουσι δ' ὀρέων κορυφαί τε καὶ φάραγγες


πρώονές τε καὶ χαράδραι
φῦλά τ' ἑρπέτ' ὅσα τρέφει μέλαινα γαῖα
θῆρές τ' ὀρεσκώιοι καὶ γένος μελισσᾶν
καὶ κνώδαλ' ἐν βένθεσσι πορφυρέας ἁλός·
εὕδουσι δ' οἰωνῶν φῦλα τανυπτερύγων.
[Alcmane]

Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,


οὐδέ ποτ' ἄμπαυσις γίνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς
ὠκεανὸν προλιποῦσ' οὐρανὸν εἰσαναβῇ·
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
ποικίλη Ἡφαίστου χερσὶν ἐληλαμένη
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρ
εὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶσ', ὄφρ' Ἠὼς ἠριγένεια μόλῃ.
ἔνθ' ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
[Mimnermo]

Inviti alla modestia

“οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει,


οὐδ' εἷλέ πώ με ζῆλος, οὐδ' ἀγαίομαι
θεῶν ἔργα, μεγάλης δ' οὐκ ἐρέω τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.”
[Archiloco]
ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη
ἔαρος, ὅτ' αἶψ' αὐγῇς αὔξεται ἠελίου,
τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
τερπόμεθα, πρὸς θεῶν εἰδότες οὔτε κακὸν
οὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι,
ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,
ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης
καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.
αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος·
πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίνεται· ἄλλοτε οἶκος
τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει·
ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα
ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·
ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν
ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
[Mimnermo]

ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι


καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός
[Solone]

La morale teognidea

Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,


ὀργὴν συμμίσγων ἥντιν' ἕκαστος ἔχει·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρηι,
τῆι προσομιλήσηι, τοῖος ἰδεῖν ἐφάνη.
νῦν μὲν τῆιδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.

Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,


συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.
νῦν μὲν τῶιδ' ἐφέπου, τοτὲ δ' ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.

Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,


ἦλθον δ' Εὐβοίης ἀμπελόεν πεδίον
Σπάρτην δ' Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·
καί μ' ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·
ἀλλ' οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.
οὕτως οὐδὲν ἄρ' ἦν φίλτερον ἄλλο πάτρης.

La battaglia
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ' οἶνος
Ἰσμαρικός· πίνω δ' ἐν δορὶ κεκλιμένος.
[Archiloco]

ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι,


ἔντος ἀμώμητον, κάλλιπον οὐκ ἐθέλων·
αὐτὸν δ' ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη;
ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω.
[Archiloco]

Anacreontea
Μακαρίζομέν σε, τέττιξ,
ὅτε δενδρέων ἐπ' ἄκρων
ὀλίγην δρόσον πεπωκώς
βασιλεὺς ὅπως ἀείδεις.
σὰ γάρ ἐστι κεῖνα πάντα,
ὁπόσα βλέπεις ἐν ἀγροῖς
†κὀπόσα φέρουσιν ὗλαι.
σὺ δὲ φείδεαι γεωργῶν,
ἀπὸ μηδενός τι βλάπτων·
σὺ δὲ τίμιος βροτοῖσιν,
θέρεος γλυκὺς προφήτης.
φιλέουσι μέν σε Μοῦσαι,
φιλέει δὲ Φοῖβος αὐτός,
λιγυρὴν δ' ἔδωκεν οἴμην·
τὸ δὲ γῆρας οὔ σε τείρει.
σοφέ, γηγενής, φίλυμνε,
ἀπαθής, ἀναιμόσαρκε·
σχεδὸν εἶ θεοῖς ὅμοιος.

Il giambo

ἐμοὶ δὲ Πλοῦτος – ἔστι γὰρ λίην τυφλός –


ἐς τὠικί' ἐλθὼν οὐδάμ' εἶπεν “Ἱππῶναξ,
δίδωμί τοι μνέας ἀργύρου τριήκοντα
καὶ πόλλ' ἔτ' ἄλλα”· δείλαιος γὰρ τὰς φρένας.
[Ipponatte]

Das könnte Ihnen auch gefallen